Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.15 Dem. 45.19 (English) >>Dem. 45.21

45.17Ἀθήνησιν μὲν τοίνυν πατὴρ ἐτελεύτησεν οὑμός, ἐγίγνετο δʼ δίαιτʼ ἐν τῇ ποικίλῃ στοᾷ, μεμαρτυρήκασι δʼ οὗτοι παρέχειν τὸ γραμματεῖον Ἀμφίαν πρὸς τὸν διαιτητήν. οὐκοῦν εἴπερ ἀληθὲς ἦν, ἐχρῆν αὐτὸ τὸ γραμματεῖον εἰς τὸν ἐχῖνον ἐμβαλεῖν καὶ τὸν παρέχοντα μαρτυρεῖν, ἵνʼ ἐκ τῆς ἀληθείας καὶ τοῦ τὰ σημεῖʼ ἰδεῖν οἱ μὲν δικασταὶ τὸ πρᾶγμʼ ἔγνωσαν, ἐγὼ δʼ εἴ τις ἠδίκει με, ἐπὶ τοῦτον ᾖα. 45.18νῦν δʼ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμʼ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δʼ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτʼ οὐ δώσων δίκην, μὲν γραμματεῖον ἔχειν ἐφʼ γεγράφθαιδιαθήκη Πασίωνος”, δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δʼ ἀληθὲς ψεῦδος, οὐδὲν εἰδέναι. 45.19οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθʼ οἱ <μὲν> δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου. ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν.Μαρτυρία

Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφʼ ἐπιγεγράφθαιδιαθήκη Πασίωνος.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.15 Dem. 45.19 (English) >>Dem. 45.21

Powered by PhiloLogic